Από του ύπνου σηκωθείτε, και στάσου με ευλάβεια και φόβου Θεού (=σεβασμός στον Θεό), και κανε το σημείον του Τιμίου Σταυρού (+) και ειπέ:
+ Ο Θεός ιλάσθητι μοι τω αμαρτωλώ και ελέησον με.
+ Δι’ ευχών των αγίων Πατέρων ημών,
Κύριε Ιησού Χριστέ, ο Θεός ημών,
ελέησον και σωσον ημάς. Αμήν.
+ Δόξα σοι, Χριστὲ ὁ Θεός, ἡ ἐλπὶς ἡμῶν, δόξα σοι.
Βασιλεῦ οὐράνιε, Παράκλητε, τὸ Πνεῦμα τῆς ἀληθείας, ὁ πανταχοῦ παρὼν καὶ τὰ πάντα πληρῶν, ὁ θησαυρὸς τῶν ἀγαθῶν καὶ ζωῆς χορηγός, ἐλθὲ καὶ σκήνωσον ἐν ἡμῖν, καὶ καθάρισον ἡμᾶς ἀπὸ πάσης κηλῖδος, καὶ σῶσον, Ἀγαθέ, τὰς ψυχὰς ἡμῶν. Ἀμήν.
+ Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἠμᾶς. (τρεῖς φορές)
+ Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Παναγία τριάς, ἐλέησον ἠμᾶς.
Κύριε ἰλάσθητι ταῖς ἁμαρτίαις ἠμῶν.
Δέσποτα, συγχώρισον τάς ἀνομίας ἠμίν.
Ἅγιε, ἐπισκεψε καί ἴασαι τάς ἀσθενείας ἠμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε ἐλέησον, Κύριε ἐλέησον, Κύριε ἐλέησον.
+ Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι. Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Πάτερ ἠμῶν, ὁ ἐν τοῖς οὐρανοῖς,
ἁγιασθήτω τό ὄνομά Σου, ἐλθέτω ἡ Βασιλεία Σου,
γεννηθήτω τό Θέλημά Σου ὡς ἐν Οὐρανό καί ἐπί τῆς Γής.
Τόν ἄρτον ἠμῶν τόν ἐπιούσιον δός ἠμίν σήμερον,
καί ἅφες ἠμίν τά ὀφειλήματα ἠμῶν,
ὡς καί ἠμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἠμῶν,
καί μή εἰσενέγκης ἠμᾶς εἰς πειρασμόν
ἀλλά ρύσαι ἠμᾶς ἀπό τοῦ πονηροῦ.
+ Δι’ ευχών των αγίων Πατέρων ημών,
Κύριε Ιησού Χριστέ, ο Θεός ημών,
ελέησον και σωσον ημάς. Αμήν.
Ἐξεγερθέντες τοῦ ὕπνου, προσπίπτομέν σοι, Ἀγαθέ, καὶ τῶν Ἀγγέλων τὸν ὕμνον βοῶμέν σοι, Δυνατέ· Ἅγιος, Ἅγιος, Ἅγιος εἶ ὁ Θεός· διὰ τῆς Θεοτόκου ἐλέησον ἡμᾶς.
+ Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Τῆς κλίνης καὶ τοῦ ὕπνου ἐξεγείρας μέ, Κύριε, τὸν νοῦν μου φώτισον, καὶ τὴν καρδίαν καὶ τὰ χείλη μου ἄνοιξον, εἰς τὸ ὑμνεῖν σέ, ἁγία Τριάς, Ἅγιος, Ἅγιος, Ἅγιος εἶ ὁ Θεός· διὰ τῆς Θεοτόκου ἐλέησον ἡμᾶς.
+ Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Αθρόον ὁ Κριτής ἐπελεύσεται καί ἑκάστου αἱ πράξεις γυμνωθήσονται, ἀλλά φόβῳ κράξωμεν ἐν τῷ μέσῳ τῆς νυκτός· Ἅγιος, Ἅγιος, Ἅγιος εἶ ὁ Θεός· διά τῆς Θεοτόκου ἐλέησον ἡμᾶς.
Κύριε ἐλέησον (12 φορές)
Ἐκ τοῦ ὕπνου ἐξανιστάμενος εὐχαριστῶ σοὶ ἁγία Τριάς, ὅτι διὰ τὴν πολλὴν σοῦ ἀγαθότητα καὶ μακροθυμίαν οὐκ ὠργίσθης ἐμοὶ τῷ ῥᾳθύμῳ καὶ ἁμαρτωλῷ οὐδὲ συναπώλεσας μὲ ταῖς ἀνομίαις μου, ἀλλ’ ἐφιλανθρωπεύσω συνήθως, καὶ πρὸς ἀπόγνωσιν κείμενον ἤγειρας μὲ εἰς τὸ ὀρθρίσαι καὶ δοξολογήσαι τὸ κράτος σου καὶ νῦν φώτισόν μου τὰ ὄμματα τῆς διανοίας. ἄνοιξόν μου τὸ στόμα, τοῦ μελετᾶν τὰ λόγιά σου καὶ συνιέναι τάς ἐντολάς σου καὶ ποιεῖν τὸ θέλημά σου καὶ ψάλλειν σοι ἐν ἐξομολογήσει καρδίας καὶ ἀνυμνεῖν τὸ Πανάγιον ὄνομά σου,
+ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος,
νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Δόξα σοι βασιλεῦ, Θεὲ Παντοκράτωρ, ὅτι τῇ θείᾳ σοῦ καὶ φιλανθρώπῳ προνοίᾳ ἠξίωσας μὲ τὸν ἁμαρτωλὸν καὶ ἀνάξιον δοῦλον σοῦ ἐξ ὕπνου ἀναστῆναι.
Δέξαι, Κύριε, καὶ τὴν φωνὴν τῆς δεήσεώς μου, ὡς τῶν ἁγίων καὶ νοερῶν σοῦ δυνάμεων καὶ εὐδόκησον ἐν καθαρᾷ καρδίᾳ καὶ πνεύματι ταπεινώσεως, προσενεχθήναι σοι τὴν ἐκ ῥυπαρῶν χειλέων μου αἴνεσιν, ὅπως καγὼ κοινωνὸς γένωμαι τῶν φρονίμων παρθένων, ἐν φαιδρᾷ λαμπηδόνι τῆς ψυχῆς μου, καὶ δοξάζω σέ,
+ τὸν ἐν Πατρὶ καὶ Πνεύματι δοξαζόμενον Θεὸν Λόγον. Ἀμήν.
Ψαλμος Ν΄ (50)
Ελέησον με ο Θεός, κατά το μέγα έλεός σου και κατά το πλήθος των οικτιρμών σου εξάλειψον το ανόμημά μου. Επί πλείον πλύνον με από της ανομίας μου και από της αμαρτίας μου καθάρισον με. ‘Οτι την ανομίαν μου εγώ γινώσκω, και η αμαρτία μου ενώπιον μου εστί διά παντός. Σοι μόνω ήμαρτον και το πονηρόν ενώπιον σου εποίησα, όπως αν δικαιωθής εν τοις λόγοις σου, και νικήσης εν τω κρίνεσθαί σε. Ιδού γάρ εν ανομίαις συνελήφθην και εν αμαρτίαις εκίσσησε με η μήτηρ μου. Ιδού γαρ αλήθειαν ηγάπησας, τα άδηλα και τα κρύφια της σοφίας σου εδήλωσάς μοι. Ραντιείς με υσσώπω και καθαρισθήσομαι, πλυνείς με, και υπέρ χιόνα λευκανθήσομαι. Ακουτιείς μοι αγαλλίασιν και ευφροσύνην, αγαλλιάσονται οστέα τεταπεινωμένα. Απόστρεψον το πρόσωπον σου από των αμαρτιών μου, και πάσας τας ανομίας μου εξάλειψον. Καρδίαν καθαράν κτίσον εν εμοί ο Θεός, και πνεύμα ευθές εγκαίνισον εν τοις εγκάτοις μου. Μη απορρίψης με από του προσώπου σου, και το Πνεύμα σου το άγιον μη αντανέλης απ’ εμού. Απόδος μοι την αγαλλίασιν του σωτηρίου σου και πνεύματι ηγεμονικώ στήριξόν με. Διδάξω ανόμους τας οδούς σου, και ασεβείς επί σε επιστρέψουσι. Ρύσαι με εξ αιμάτων ο Θεός, ο Θεός της σωτηρίας μου, αγαλλιάσεται η γλώσσα μου την δικαιοσύνην σου. Κύριε τα χείλη μου ανοίξεις, και το στόμα μου αναγγελεί την αίνεσιν σου. ‘Oτι ει ηθέλησας θυσίαν, έδωκα άν, ολοκαυτώματα ουκ ευδοκήσεις. Θυσία τω Θεώ πνεύμα συντετριμμένον, καρδίαν συντετριμμένην και τεταπεινωμένην ο Θεός ουκ εξουδενώσει. Αγάθυνον, Κύριε, εν τη ευδοκία σου την Σιών, και οικοδομηθήτω τα τείχη Ιερουσαλήμ. Τότε ευδοκήσεις θυσίαν δικαιοσύνης, αναφοράν και ολοκαυτώματα, τότε ανοίσουσιν επί το θυσιαστήριον σου μόσχους.
+ Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Πιστεύω εις ένα Θεόν, Πατέρα Παντοκράτορα, Ποιητήν Ουρανού και Γης, ορατών τε πάντων και αοράτων.
Και εις ένα Κύριον Ιησούν Χριστόν, τον Υιόν του Θεού τον Μονογενή, τον εκ του Πατρός γεννηθέντα προ πάντων των αιώνων.
Φώς εκ Φωτός, Θεόν αληθινόν εκ Θεού αληθινού γεννηθέντα, ου ποιηθέντα, ομοούσιον τω Πατρί, δι ού τα πάντα εγένοτο.
Τον δι’ ημάς τους ανθρώπους και διά την ημετέραν σωτηρίαν κατελθόντα εκ των Ουρανών και σαρκωθέντα εκ Πνεύματος Αγίου και Μαρίας της Παρθένου και ενανθρωπίσαντα.
Σταυρωθέντα τε υπέρ ημών επί Ποντίου Πιλάτου, και παθόντα και ταφέντα.
Και αναστάντα τη τρίτη ημέρα, κατά τας Γραφάς.
Και ανελθόντα εις τους ουρανούς, και καθεζόμενον εκ δεξιών του Πατρός.
Και πάλιν ερχόμενον μετά δόξης κρίναι ζώντας και νεκρούς, ου της βασιλείας ουκ έσται τέλος.
Και εις το Πνεύμα το Άγιον, το Κύριον, το Ζωοποιόν, το εκ του Πατρός εκπορευόμενον, το σύν Πατρί και Υιώ συμπροσκυνούμενον και συνδοξαζόμενον, το λαλήσαν διά των προφητών.
Εις Μίαν, Αγίαν, Καθολικήν, και Αποστολικήν Εκκλησίαν.
Ομολογώ εν βάπτισμα εις άφεσιν αμαρτιών.
Προσδοκώ ανάστασιν νεκρών.
Και ζωήν του μέλλοντος αιώνος. Αμήν.
+ Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Σε ευλογούμεν, ύψιστε Θεέ και Κύριε του ελέους, τον ποιούντα αεί μεθ’ ημών μεγάλα τε και ανεξιχνίαστα, ένδοξα τε και εξαίσια, ων ουκ έστιν αριθμός, τον παρασχόντα ημίν τον ύπνον εις ανάπαυσιν της ασθενείας ημών, και άνεσιν των κόπων της πολυμόχθου σαρκός.
Ευχαριστούμεν σοι, ότι ου συναπόλεσας ημάς ταις ανομίαις ημών, αλλ’ εφιλανθρωπεύσω συνήθως, και προς απόγνωσιν κειμένους ήγειρας ημάς εις το δοξολογήσαι το κράτος σου.
Διό δυσωπούμεν την ανείκαστον σου αγαθότητα, φώτισον ημών τούς της διανοίας οφθαλμούς, και τον νουν ημών εκ του βαρέος ύπνου της ραθυμίας ανάστησον.
‘Ανοιξον ημών το στόμα και πλήρωσον αυτό της σης αινέσεως, όπως άν δυνηθώμεν απερισπάστως άδειν τε και ψάλλειν, και εξομολογείσθαι σοι τω εν πάσι και υπό πάντων δοξαζόμενω Θεώ,
+ τω ανάρχω Πατρί, συν τω μονογενεί σου Υιώ και τω παναγίω και αγαθώ και ζωοποιώ σου Πνεύματι, νυν και αεί και εις τους αιώνας των αιώνων. Αμήν.
+ Υπερένδοξε, Αειπάρθενε, ευλογημένη Θεοτόκε, προσάγαγε την ημετέραν προσευχήν τω Υιώ σου και Θεώ ημών, και αίτησαι ίνα σώσει διά σου τας ψυχάς ημών.
+ Η ελπίς μου ο Πατήρ, καταφυγή μου ο Υιός, σκέπη μου το Πνεύμα το Άγιον. Τριάς Αγία, δόξα σοι.
+ Την πάσαν ελπίδα μου εις σε ανατίθημι, Μήτερ του Θεού, φύλαξον με υπό την σκέπην σου.
+ Δι’ ευχών των αγίων Πατέρων ημών,
Κύριε Ιησού Χριστέ, ο Θεός ημών,
ελέησον και σωσον ημάς. Αμήν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου